οὐ γάρ ἐστιν διαστολὴ ἰουδαίου τε καὶ ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν:
For there is no difference between the Jew and the Greek: for the same Lord over all is rich unto all that call upon him.
ἐπειδὴ καὶ ἰουδαῖοι σημεῖα αἰτοῦσιν καὶ ἕλληνες σοφίαν ζητοῦσιν,
For the Jews require a sign, and the Greeks seek after wisdom:
ἀλλ' οὐδὲ τίτος ὁ σὺν ἐμοί, ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι:
But neither Titus, who was with me, being a Greek, was compelled to be circumcised:
οὐκ ἔνι ἰουδαῖος οὐδὲ ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ: πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν χριστῷ ἰησοῦ.
There is neither Jew nor Greek, there is neither bond nor free, there is neither male nor female: for ye are all one in Christ Jesus.
ὅπου οὐκ ἔνι ἕλλην καὶ ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ [τὰ] πάντα καὶ ἐν πᾶσιν χριστός.
Where there is neither Greek nor Jew, circumcision nor uncircumcision, Barbarian, Scythian, bond nor free: but Christ is all, and in all.
τούτου χάριν ἀπέλιπόν σε ἐν κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην,
For this cause left I thee in Crete, that thou shouldest set in order the things that are wanting, and ordain elders in every city, as I had appointed thee:
εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.
One of themselves, even a prophet of their own, said, The Cretians are alway liars, evil beasts, slow bellies.